[111] πρὸς θεὸν καὶ τῆς πρὸς ἀνθρώπους. [cap.23] ἐν δυσὶν οὖν δικαστηρίοις, ἃ δὴ μόνα ἐστὶν ἐν τῇ φύσει, μὴ ἀγνοείτωσαν ἑαλωκότες, ἀσεβείας μὲν ἐν τῷ θείῳ, διότι τοὺς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντας καὶ κατὰ τοῦτο μιμησαμένους θεὸν οὐ περιέπουσι, μισανθρωπίας δ’ ἐν τῷ κατ’ ἀνθρώπους.