[99] ἐνθένδε ὁ μὲν ἀσκητικὸς ὁρμηθεὶς εὐχόμενος εἶπε· „πάντων ὧν ἄν μοι δῷς, δεκάτην ἀποδεκατώσω σοί“ (Gen. 28,22), ὁὁ δὲ χρησμὸς ὁὁ μετὰ τὰς ἐπινικίους εὐχὰς ἀναγραφείς, ἃς ὁ τὴν αὐτομαθῆ καὶ αὐτοδίδακτον λαχὼν ἱερωσύνην ποιεῖται Μελχισεδέκ, "ἔδωκε γὰρ αὐτῷ“ φησίν „δεκάτην ἀπὸ πάντων“ (Gen. 14,20), ἀπὸ τῶν κατ’ αἴθησιν τὸ καλῶς αἰσθάνεσθαι, ἀπὸ τῶν κατὰ λόγον τὸ εὖ λέγειν, ἀπὸ τῶν κατὰ νοῦν τὸ εὖ διανοεῖσθαι.