[100] παγκάλως οὖν καὶ ἀναγκαίως ἅμα ἐν εἴδει παραδιηγήματος, ἡνίκα τῆς οὐρανίου καὶ θείας τροφῆς τὸ μνημεῖον ἐν στάμνῳ χρυσῷ καθιεροῦτο, φησὶν ὡς ἄρα „τὸ γομὸρ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν“ (Exod. 16,36). ἐν ἡμῖν γὰρ αὐτοῖς τρία μέτρα εἶναι δοκεῖ, αἴσθησις, λόγος, νοῦς· αἰσθητῶν μὲν αἴσθησις, ὀνομάτων δὲ καὶ ῥημάτων καὶ τῶν λεγομένων ὁ λόγος, νοητῶν δὲ νοῦς.