Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 98

[98] διὰ τοῦτο οἶμαι τὰ πρωτότοκα καθιέρωσε πάντα, τὴν δεκάτην, λέγω Λευιτικὴν φυλήν, ἀντικαταλλαξάμενος πρὸς διατήρησιν καὶ φυλακὴν ὁσιότητος καὶ εὐσεβείας καὶ λειτουργιῶν, αἳ πρὸς τὴν τοῦ θεοῦ τιμὴν ἀναφέρονται. τὸ γὰρ πρῶτον καὶ ἄριστον ἐν ἡμῖν αὐτοῖς ὁ λογισμός ἐστι, καὶ ἄξιον [30] τὰς συνέσεως καὶ ἀγχινοίας καταλήψεώς τε καὶ φρονήσεως καὶ τῶν ἄλλων δυνάμεων, ὅσαι περὶ αὐτόν εἰσιν, ἀπαρχὰς ἀνατιθέναι θεῷ τῷ τὴν εὐφορίαν τοῦ διανοεῖσθαι παρασχόντι.