[97] ἀλλὰ γὰρ οὐ μόνον ἐπὶ τοῖς ξυλίνοις καὶ γηίνοις σώματος ὄγκοις οὐδ’ ἐπ’ ἀλόγοις ζῴοις, ταῖς αἰσθήσεσι, τὸν εὐεργέτην ἐπαινεῖν διδασκόμεθα, ἀλλὰ καὶ ἐπὶ τῷ νῷ, ὃς κυρίως εἰπεῖν ἄνθρωπός ἐστιν ἐν ἀνθρώπῳ, κρείττων ἐν χείρονι καὶ ἀθάνατος ἐν θνητῷ.