Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 89

[89] [cap.17] Τὸν δὲ περὶ δεκάδος λόγον ἐπιμελῶς μὲν ἠκρίβωσαν μουσικῶν παῖδες, ὕμνησε δὲ οὐ μετρίως ὁ ἱερώτατος Μωυσῆς, ἀναθεὶς αὐτῇ τὰ κάλλιστα, τὰς ἀρχάς, τὰς ἀπαρχάς, τὰ τῶν ἱερέων ἐνδελεχῆ δῶρα, τὴν τοῦ Πάσχα διατήρησιν, τὸν ἱλασμόν, τὴν διὰ πεντηκονταετίας ἄφεσίν τε καὶ εἰς τὰς ἀρχαίας λήξεις ἐπάνοδον, τὴν κατασκευὴν τῆς ἀδιαλύτου σκηνῆς, ἄλλα μυρία, ὧν μακρὸν ἂν εἴη μεμνῆσθαι.