[88] μετὰ δεκαετίαν οὖν τῆς πρὸς Χαναναίους μετοικίας ἀξόμεθα τὴν Ἄγαρ, ἐπειδήπερ εὐθὺς μὲν γενόμενοι λογικοὶ τῆς φύσει βλαβερᾶς ἀμαθίας καὶ ἀπαιδευσίας μεταποιούμεθα, χρόνῳ δ’ ὕστερον καὶ ἐν ἀριθμῷ τελείῳ, δεκάδι, νομίμου παιδείας τῆς ὠφελεῖν δυναμένης εἰς ἐπιθυμίαν ἐρχόμεθα.