Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 90

[90] τὰ δὲ καίρια οὐ παρετέον. αὐτίκα τὸν Νῶε ἡμῖν — πρῶτος δ’ οὗτος δίκαιος ἐν ταῖς ἱεραῖς ἀνερρήθη γραφαῖς — ἀπὸ τοῦ διαπλασθέντος ἐκ γῆς εἰσάγει δέκατον, οὐκ ἐνιαυτῶν πλῆθος παραστῆσαι βουλόμενος, ἀλλὰ διδάξαι σαφῶς, ὅτι ὥσπερ δεκὰς ἀριθμῶν τῶν ἀπὸ μονάδος ἐστὶ πέρας τελειότατον, οὕτω τὸ δίκαιον ἐν ψυχῇ τέλειον καὶ πέρας ὄντως τῶν κατὰ τὸν βίον πράξεων.