Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 81

[81] [cap.15] [M.531] Δίδωσι δ’ οὐκ εὐθὺς εἰς τὴν Χαναναίων γῆν ἀφικομένῳ, ἀλλὰ μετὰ δεκαετίαν τῆς ἐκεῖ διατριβῆς. τί δὲ τοῦτ’ ἐστίν, οὐκ ἀμελῶς ἐπισκεπτέον· ἐν ἀρχῇ μὲν τῆς γενέσεως ἡμῶν ἡ ψυχὴ συντρόφοις τοῖς πάθεσι μόνοις χρῆται, λύπαις, ἀλγηδόσι, πτόαις, ἐπιθυμίαις, ἡδοναῖς, ἃ διὰ τῶν αἰσθήσεων ἐπ’ αὐτὴν ἔρχεται, μήπω τοῦ λογισμοῦ βλέπειν δυναμένου τά τε ἀγαθὰ καὶ κακὰ καὶ ᾗ διαφέρει ταῦτα ἀλλήλων ἀκριβοῦν, ἀλλ’ ἔτι νυστάζοντος καὶ ὡς ἐν ὕπνῳ βαθεῖ καταμεμυκότος.