Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 80

[80] φιλοσοφία δὲ ἐγκράτειαν μὲν γαστρός, ἐγκράτειαν δὲ τῶν μετὰ γαστέρα, ἐγκράτειαν δὲ καὶ γλώττης ἀναδιδάσκει. ταῦτα λέγεται μὲν εἶναι δι’ αὑτὰ αἱρετά, σεμνότερα δὲ φαίνοιτ’ ⟨ἄν⟩, εἰ θεοῦ τιμῆς καὶ ἀρεσκείας ἕνεκα ἐπιτηδεύοιτο. μεμνῆσθαι οὖν δεῖ τῆς κυρίας, ὁπότε μέλλοιμεν αὐτῆς ⟨τὰς⟩ θεραπαινίδας μνᾶσθαι· καὶ λεγώμεθα μὲν ἄνδρες εἶναι τούτων, ὑπαρχέτω δ’ ἡμῖν ἐκείνη πρὸς ἀλήθειαν γυνή, μὴ λεγέσθω.