[82] χρόνου δὲ προϊόντος ὅταν ἐκβαίνοντες τῆς παιδικῆς ἡλικίας μειρακιοῦσθαι μέλλωμεν, τὸ δίδυμον στέλεχος εὐθὺς ἐκ μιᾶς, ἀρετὴ καὶ κακία, φύεται ῥίζης· καὶ ποιούμεθα μὲν τὴν κατάληψιν ἀμφοῖν, αἱρούμεθα δὲ πάντως τὴν ἑτέραν, οἱ μὲν εὐφυεῖς ἀρετήν, κακίαν δ’ οἱ ἐναντίοι.