Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 58

[58] [cap.12] ἔστι δὲ καὶ ἑτέρωθι τὸ γράμμα τοῦτο ἐστηλιτευμένον· „ἡνίκα διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ“ (Deut. 32,8), τοὺς γηΐνους ἅπαντας τρόπους οὐράνιον οὐδὲν ἀγαθὸν ἐσπουδακότας ἰδεῖν ἤλασεν, ἀοίκους καὶ ἀπόλιδας καὶ σποράδας ὄντως ἐργασάμενος. οὐδενὶ γὰρ τῶν φαύλων οὐκ οἶκος, οὐ πόλις, οὐκ [18] ἄλλο τῶν εἰς κοινωνίαν οὐδὲν διασῴζεται, ἀλλ’ ἀνίδρυτος ὢν σπείρεται, πάντῃ φορούμενος καὶ μετανιστάμενος ἀεὶ καὶ μηδαμόθι στηριχθῆναι δυνάμενος.