[59] γίνεται οὖν τῷ φαύλῳ ἐξ ἀστῆς μὲν κακία, τὸ δὲ πάθος ἐκ παλλακῆς. λογισμοῦ γὰρ ἡ μὲν ὅλη ψυχὴ καθάπερ ἀστὴ σύμβιος [M.528] — ψυχὴ δὲ ἐπίληπτος τίκτει κακίας —, ἡ δὲ τοῦ σώματος φύσις παλλακή, δι’ ἧς ἡ γένεσις τοῦ πάθους θεωρεῖται· ἡδονῶν γὰρ καὶ ἐπιθυμιῶν χώρα τὸ σῶμα.