[57] διὸ καὶ Μωυσῆς εὔχεται φάσκων· „εἰσαγαγὼν καταφύτευσον αὐτούς“ (Exod. 15, 17), ἵνα μὴ ἐφήμερα ἀλλ’ ἀθάνατα καὶ μακραίωνα γένηται τὰ θεῖα βλαστήματα. τὴν δὲ ἄδικον καὶ ἄθεον ψυχὴν φυγαδεύων ἀφ’ ἑαυτοῦ πορρωτάτω διέσπειρεν εἰς τὸν ἡδονῶν καὶ ἐπιθυμιῶν καὶ ἀδικημάτων χῶρον. ὁ δὲ χῶρος οὗτος προσφυέστατα ἀσεβῶν καλεῖται, οὐχ ὁ μυθευόμενος ἐν Ἅιδου· καὶ γὰρ ὁ πρὸς ἀλήθειαν Ἅιδης ὁ τοῦ μοχθηροῦ βίος ἐστίν, ὁ ἀλάστωρ καὶ παλαμναῖος καὶ πάσαις ἀραῖς ἔνοχος.