Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 56

[56] τούτου τοῦ πάθους πατὴρ Ἐλιφὰς ἀναγράφεται δεόντως· ἑρμηνεύεται γάρ· θεός με διέσπειρεν. ἀλλ’ οὐχ ὅταν ἀνασκεδάσῃ ἢ διασπείρῃ καὶ σκορακίσῃ τὴν ψυχὴν ἀφ’ ἑαυτοῦ ὁ θεός, τὸ ἄλογον εὐθὺς γεννᾶται πάθος; τὴν μὲν γὰρ ὁρατικὴν αὐτοῦ φιλόθεον ὄντως διάνοιαν, κληματίδα εὐγενῆ, καταφυτεύει ῥίζας ἀποτείνων πρὸς ἀιδιότητα καὶ εὐφορίαν καρπῶν διδοὺς πρὸς κτῆσιν καὶ ἀπόλαυσιν ἀρετῶν.