Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 55

[55] τὴν μὲν τοίνυν ἄλογον καὶ ἄμετρον ὁρμὴν τοῦ πάθους Ἀμαλὴκ προσαγορεύει· μεταληφθεὶς γάρ ἐστι λαὸς ἐκλείχων· καθάπερ γὰρ ἡ τοῦ πυρὸς δύναμις τὴν παραβληθεῖσαν ὕλην ἀναλίσκει, τὸν αὐτὸν τρόπον καὶ τὸ πάθος ἀναζέον τὰ ἐν ποσὶ πάντα ἐπιλιχμᾶται καὶ διαφθείρει.