Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 51

[51] γυνὴ μὲν οὖν ἥδε ἀστή, παλλακὴ δὲ ἡ ἕν τι τῶν ὄντων ὁρῶσα, κἂν εἰ πάντων εὐτελέστατον ὑπάρχοι. τῷ μὲν οὖν ἀρίστῳ γένει τὸ ἄριστον ὁρᾶν, τὸ ὄντως ὄν, συμβέβηκεν — Ἰσραὴλ γὰρ ὁρῶν θεὸν ἑρμηνεύεται —, τῷ δὲ δευτερείων ἐφιεμένῳ τὸ δεύτερον, τὸν αἰσθητὸν οὐρανὸν καὶ τὴν ἐν αὐτῷ τῶν ἀστέρων ἐναρμόνιον τάξιν καὶ πάμμουσον ὡς ἀληθῶς χορείαν.