Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 50

[50] [cap.10] Μελχὰν δὲ ἄγεται γυναῖκα, οὐκ [15] ἀνθρώπων ἢ πόλεων ἀφηγουμένην, ⟨ἢν⟩ τύχῃ, βασιλίδα, ἀλλ’ ὁμώνυμον αὐτὸ μόνον ἐκείνῃ. καθάπερ γὰρ τὸν οὐρανόν, ἅτε κράτιστον ὄντα τῶν γεγονότων, βασιλέα τῶν αἰσθητῶν εἴποι τις ἂν οὐκ ἀπὸ σκοποῦ, οὕτως καὶ τὴν περὶ αὐτὸν ἐπιστήμην, ἣν μετίασιν οἱ ἀστρονομοῦντες καὶ Χαλδαῖοι διαφερόντως, βασιλίδα τῶν ἐπιστημῶν.