Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 49

[49] τῆς γὰρ Χαλδαϊκῆς οὐ μετανίσταται χώρας, τουτέστι τῆς περὶ ἀστρονομίαν θεωρίας οὐ διαζεύγνυται, τὸ γενόμενον πρὸ τοῦ πεποιηκότος καὶ κόσμον πρὸ θεοῦ τετιμηκώς, μᾶλλον δὲ τὸν κόσμον αὐτὸν θεὸν αὐτοκράτορα νομίζων, οὐκ αὐτοκράτορος ἔργον θεοῦ.