[52] τρίτοι δέ εἰσιν οἱ σκεπτικοί, τῶν μὲν ἐν τῇ φύσει κρατίστων, αἰσθητῶν τε καὶ νοητῶν, οὐκ ἐφαπτόμενοι, περὶ μικρὰ μέντοι σοφίσματα τριβόμενοι καὶ γλισχρολογούμενοι. τούτοις ἡ ὁρῶσά τι κἂν τὸ σμικρότατον παλλακὶς Ῥουμὰ συνοικεῖ μὴ δυναμένοις πρὸς τὴν τῶν ἀμεινόνων ἐλθεῖν ἔρευναν, ἐξ ὧν τὸν ἑαυτῶν βίον ὀνήσουσιν.