Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 18

[18] διαλεκτικὴ δὲ ἡ ῥητορικῆς ἀδελφὴ καὶ δίδυμος, ὡς εἶπόν τινες, τοὺς ἀληθεῖς τῶν ψευδῶν λόγους διακρίνουσα καὶ τὰς τῶν σοφισμάτων πιθανότητας ἐλέγχουσα μεγάλην νόσον ψυχῆς, ἀπάτην, ἀκέσεται. τούτοις οὖν καὶ τοῖς παραπλησίοις ἐνομιλῆσαι καὶ ἐμπρομελετῆσαι λυσιτελές· ἴσως γάρ, ἴσως, ὃ πολλοῖς συνέβη, διὰ τῶν ὑπηκόων ταῖς βασιλίσιν ἀρεταῖς γνωρισθησόμεθα.