Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 19

[19] οὐχ ὁρᾷς, ὅτι καὶ τὸ σῶμα ἡμῶν οὐ πρότερον πεπηγυίαις [M.522] καὶ πολυτελέσι χρῆται τροφαῖς, πρὶν ἢ ταῖς ἀποικίλοις καὶ γαλακτώδεσιν ἐν ἡλικίᾳ τῇ βρεφώδει; τὸν [5] [6] αὐτὸν δὴ τρόπον καὶ τῇ ψυχῇ παιδικὰς μὲν νόμισον εὐτρεπίσθαι τροφὰς τὰ ἐγκύκλια καὶ τὰ καθ’ ἕκαστον αὐτῶν θεωρήματα, τελειοτέρας δὲ καὶ πρεπούσας ἀνδράσιν ὡς ἀληθῶς τὰς ἀρετάς.