Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 17

[17] ῥητορικὴ δὲ καὶ τὸν νοῦν πρὸς θεωρίαν ἀκονησαμένη καὶ πρὸς ἑρμηνείαν γυμνάσασα τὸν λόγον καὶ συγκροτήσασα λογικὸν ὄντως ἀποδείξει τὸν ἄνθρωπον ἐπιμεληθεῖσα τοῦ ἰδίου καὶ ἐξαιρέτου, ὃ μηδενὶ τῶν ἄλλων ζῴων ἡ φύσις δεδώρηται.