[16] μουσικὴ δὲ τὸ μὲν ἄρρυθμον [ἐν] ῥυθμοῖς, τὸ δ’ ἀνάρμοστον ἁρμονίᾳ, τὸ δ’ ἀπῳδὸν καὶ ἐκμελὲς μέλει κατεπᾴδουσα τὸ ἀσύμφωνον εἰς συμφωνίαν ἄξει. γεωμετρία δ’ ἰσότητος καὶ ἀναλογίας ἐμβαλλομένη τὰ σπέρματα εἰς ψυχὴν φιλομαθῆ γλαφυρότητι συνεχοῦς θεωρίας δικαιοσύνης ζῆλον ἐμποιήσει.