[178] ἀλλ’ ἵνα μὴ λόγον ἐκ λόγου συνείροντες μηκύνειν δοκῶμεν, ἐναργεστάτην δίχα τῶν εἰρημένων πίστιν παρεξόμεθα τοῦ τὴν ποιὰν κάκωσιν ἀρετῆς ἔργον εἶναι· νόμος γάρ ἐστι τοιοῦτος· „πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε· ἐὰν δὲ κακίᾳ κακώσητε αὐτούς“ (Exod. 22,22). τί λέγει; ἆρ’ ὑπό τινος ἔστιν ἄλλου κακοῦσθαι; εἰ γὰρ κακίας ἔργα μόνης αἱ κακώσεις, περιττὸν τὸ ὁμολογούμενον γράφειν, ὃ καὶ δίχα προσθήκης ἀνομολογηθήσεται.