Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 177

[177] ἐνθένδε μοι δοκεῖ τις τῶν φοιτητῶν Μωυσέως, ὄνομα εἰρηνικός, ὃς πατρίῳ γλώττῃ Σαλομὼν καλεῖται, φάναι· „παιδείας θεοῦ, υἱέ, μὴ ὀλιγώρει, καὶ μὴ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος ἐλέγχει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται“ (Prov. 3,11.12). οὕτως ἄρα ἡ ἐπίπληξις καὶ νουθεσία καλὸν νενόμισται, [M.545] ὥστε δι’ αὐτῆς ἡ πρὸς θεὸν ὁμολογία συγγένεια γίνεται. τί γὰρ οἰκειότερον υἱῷ πατρὸς ἢ υἱοῦ πατρί;