Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 176

[176] εἶπε γάρ που· „ἐπὶ μαχαίρᾳ σου ζήσεις, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις“ (Gen. 27,40), λυσιτελέστατον κρίνων τῷ πόλεμον ἀντ’ εἰρήνης αἱρουμένῳ καὶ ὥσπερ ἐν μάχαις ὁπλοφοροῦντι διὰ τὴν ἐν τῇ ψυχῇ στάσιν καὶ ταραχὴν ὑπηκόῳ γενέσθαι καὶ δουλεῦσαι [57] καὶ ἐπιτάγμασιν, ἅττ’ ἂν ὁ σωφροσύνης ἐραστὴς ἐπικελεύσῃ, πᾶσι πειθαρχεῖν.