Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 175

[175] [cap.31] οὕτω τοίνυν ἡ ποιὰ κάκωσις ὠφέλιμόν ἐστιν, ὥστε καὶ τὸ ταπεινότατον αὐτῆς, ἡ δουλεία, μέγα ἀγαθὸν νενόμισται. καὶ ταύτην ηὔξατό τις ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς πατὴρ υἱῷ, τῷ ἄφρονι Ἠσαῦ ὁ ἄριστος Ἰσαάκ.