[179] φήσει δὲ πάντως· οἶδα καὶ ὑπὸ ἀρετῆς ἐλεγχόμενον καὶ ὑπὸ φρονήσεως παιδευόμενον. διόπερ οὐ πᾶσαν κάκωσιν ἐν αἰτίᾳ τίθεμαι, ἀλλὰ τὴν μὲν δικαιοσύνης καὶ νομοθετικῆς ἔργον οὖσαν — ἐπιπλήξει γὰρ σωφρονίζει — μάλιστα θαυμάζω, τὴν δὲ ἀφροσύνης καὶ κακίας, βλαβερὰν ὑπάρχουσαν, ἀποστρέφομαι καὶ κακίζω δεόντως.