Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 126

[126] μετὰ τοίνυν τὸ εἰσελθεῖν γέγραπται „καὶ συνέλαβε“ (ibid. 18) καὶ τὸ „τίς“ ῥητῶς οὐ μεμήνυται· συλλαμβάνει γὰρ καὶ συναρπάζει ἡ μὲν τέχνη τὸν μανθάνοντα ἐρωτικῶς ἔχειν ἀναπείθουσα ἑαυτῆς, ὁ δὲ μανθάνων τὴν διδάσκουσαν, ὁπότε φιλομαθὴς εἴη.