[127] πολλάκις δέ τις τῶν μέσας ἐπιστήμας ὑφηγουμένων γνωρίμου τυχὼν εὐφυοῦς ηὔχησεν ἐπὶ τῇ διδασκαλίᾳ μόνος ὑπολαβὼν τῷ φοιτητῇ γεγονέναι τῆς εὐμαθίας αἴτιος, καὶ μετεωρίσας καὶ φυσήσας ἑαυτὸν ὑψαυχενεῖ καὶ τὰς ὀφρῦς εὖ μάλα ἀνασπάσας τετύφωται καὶ παρὰ τῶν βουλομένων συνδιατρίβειν πάμπολλα αἰτεῖ· οὓς δ’ ἂν αἴσθηται πένητας μέν, διψῶντας δὲ παιδείας, ἀποστρέφεται, ὥσπερ θησαυρόν τινα σοφίας μόνος ἀνευρηκώς.