Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 125

[125] τίς οὖν ὁ ἐξεταστικὸς καὶ φιλομαθὴς καὶ μηδὲν ἄσκεπτον καὶ ἀδιερεύνητον τῶν ἐγκεκαλυμμένων πραγμάτων παραλιπεῖν ἀξιῶν ἐστιν, ὅτι μὴ ὁ ἀρχιστράτηγος καὶ βασιλεὺς καὶ ταῖς πρὸς θεὸν ὁμολογίαις ἐμμένων τε καὶ χαίρων, ὄνομα Ἰούδας; „ἐξέκλινε“ γάρ φησι „πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἶπεν· ἔασόν με εἰσελθεῖν πρὸς σέ“ (ibid. 16) — ἀλλ’ οὐκ ἔμελλε [38] [39] παραβιάζεσθαι — καὶ σκοπεῖν, τίς τε ἡ ἐγκεκαλυμμένη δύναμίς ἐστι καὶ ἐπὶ τί παρεσκεύασται.