Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 121

[121] [cap.22] Εἰκότως οὖν μετὰ δεκαετίαν τῆς εἰς Χαναναίων γῆν ἀφίξεως ἡ πρὸς τὴν Ἄγαρ κοινωνία γίνεται· οὐ γὰρ εὐθὺς λογικοὶ γενόμενοι πλαδώσης ἔτι τῆς διανοίας ὀρεχθῆναι παιδείας τῆς ἐγκυκλίου δυνάμεθα, ἀλλ’ ἐπειδὰν σύνεσιν καὶ ἀγχίνοιαν κραταιωσάμενοι μηκέτι κούφῃ καὶ [37] ἐπιπολαίῳ, ἀλλὰ βεβαίᾳ καὶ παγίᾳ γνώμῃ περὶ ἁπάντων χρώμεθα.