Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 122

[122] διὸ τἀκόλουθον προσυφαίνεται [M.537] τὸ „εἰσῆλθε πρὸς Ἄγαρ“ (Gen. 16, 4)· ἦν γὰρ ἁρμόττον τῷ μανθάνοντι πρὸς ἐπιστήμην διδάσκαλον φοιτᾶν, ἵνα ἀναδιδαχθῇ τὰ προσήκοντα ἀνθρώπου φύσει παιδεύματα. νυνὶ μὲν ὁ γνώριμος εἰς διδασκάλου βαδίζων εἰσάγεται· προεκτρέχει δὲ πολλάκις ἐξοικίσασα φθόνον ἀφ’ ἑαυτῆς καὶ τοὺς ἔχοντας εὐφυῶς ἐπισπᾶται.