Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 120

[120] καίτοι τί τούτων μεμνήμεθα; τὴν γὰρ ἱερὰν καὶ θείαν νομοθεσίαν δέκα τοῖς σύμπασι λόγοις Μωυσῆς ἀναγέγραφεν· οὗτοι δέ εἰσι θεσμοί, τῶν κατὰ μέρος ἀπείρων νόμων γενικὰ κεφάλαια, ῥίζαι καὶ ἀρχαὶ ⟨καὶ⟩ πηγαὶ ἀέναοι διαταγμάτων προστάξεις καὶ ἀπαγορεύσεις περιεχόντων ἐπ’ ὠφελείᾳ τῶν χρωμένων.