Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 119

[119] τὸν αὐτὸν δὲ τρόπον καὶ Ἀβραὰμ ὑπισχνεῖται τῷ σοφῷ οὔτε πλειόνων οὔτε ἐλαττόνων, ἀλλὰ αὐτὸ μόνον δέκα ἐθνῶν ἀπώλειαν καὶ παντελῆ φθορὰν ἐργάσεσθαι καὶ τὴν τῶν ἀναιρεθέντων χώραν δώσειν τοῖς ἐγγόνοις αὐτοῦ (Gen. 15,18—20), πανταχοῦ δεκάδι καὶ πρὸς ἔπαινον καὶ πρὸς ψόγον καὶ πρὸς τιμὴν καὶ πρὸς κόλασιν καταχρῆσθαι δικαιῶν.