[110] ἀπολύτρωσιν. [cap.20] ἀφ’ οὗ μοι δοκεῖ καὶ Μωυσῆς μετὰ τὴν χιλιάρχων καὶ ἑκατοντάρχων καὶ πεντηκοντάρχων αἵρεσιν ἐπὶ πᾶσι δεκαδάρχους χειροτονεῖν (Exod. 18,25), ἵν’, εἰ μὴ δύναιτο διὰ τῶν πρεσβυτέρων τάξεων βελτιοῦσθαι ὁ νοῦς, ἀλλά τοι διὰ τῶν ὑστάτων καθαίρηται.