Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 111

[111] πάγκαλον δὲ δόγμα καὶ ὁ τοῦ φιλομαθοῦς παῖς ἔμαθεν, ἡνίκα τὴν θαυμαστὴν ἐκείνην ἐπρέσβευε πρεσβείαν, αὐτομαθεῖ σοφῷ προξενῶν οἰκειοτάτην ἀρετήν, ἐπιμονήν. „δέκα γὰρ καμήλους λαμβάνει,“ τὴν δεκάδος, λέγω δὲ παιδείας ὀρθῆς, ἀνάμνησιν, ἀπὸ πολλῶν [35] ἀπείρων μὲν οὖν τοῦ κυρίου μνημῶν.