Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 109

[109] τοῦτο καὶ Ἀβραὰμ ὁ σοφὸς ἱκετεύει, μελλούσης ἐμπίπρασθαι λόγῳ μὲν τῆς Σοδομίτιδος γῆς, ἔργῳ δὲ τῆς ἐστειρωμένης τὰ καλὰ καὶ τυφλῆς τὸν λογισμὸν ψυχῆς, ἵν’, ἐὰν εὑρεθῇ τὸ δικαιοσύνης μνημεῖον, ἡ δεκάς, ἐν αὐτῇ, τύχῃ τινὸς ἀμνηστίας (Gen. 18, 32)· ἄρχεται μὲν οὖν τῆς ἱκεσίας ἀπὸ τοῦ τῆς ἀφέσεως ἀριθμοῦ, πεντηκοντάδος, λήγει δὲ εἰς δεκάδα, τὴν τελευταίαν