[108] τοῦτ’ ἐλευθερία παντελὴς ψυχῆς ὃν ἐπλανήθη τε πλάνον ἀποσειομένης καὶ πρὸς τὴν ἀπλανῆ φύσιν μεθορμιζομένης καὶ ἐπὶ τοὺς κλήρους ἐπανιούσης, οὓς ἔλαχεν, ἡνίκα λαμπρὸν | ἔπνει καὶ τοὺς περὶ τῶν καλῶν πόνους ἤθλει. τότε γὰρ αὐτὴν [M.535] τῶν ἄθλων ἀγάμενος ὁ ἱερὸς λόγος ἐτίμησε, γέρας ἐξαίρετον δούς, κλῆρον ἀθάνατον, τὴν ἐν ἀφθάρτῳ γένει τάξιν.