Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 190

[190] [cap.38] ταῦτα μὲν ἡμεῖς, οἱ δὲ τοῖς ἐμφανέσι καὶ προχείροις μόνον ἐπακολουθοῦντες οἴονται νυνὶ γένεσιν [M.434] διαλέκτων Ἑλληνικῶν τε καὶ βαρβάρων ὑπογράφεσθαι· οὓς οὐκ ἂν αἰτιασάμενος — ἴσως γὰρ ἀληθεῖ καὶ αὐτοὶ χρῶνται λόγῳ — παρακαλέσαιμ’ ἂν μὴ ἐπὶ τούτων στῆναι, μετελθεῖν δὲ ἐπὶ τὰς τροπικὰς ἀποδόσεις, νομίσαντας τὰ μὲν ῥητὰ τῶν χρησμῶν σκιάς τινας ὡσανεὶ σωμάτων εἶναι, τὰς δ’ ἐμφαινομένας δυνάμεις τὰ ὑφεστῶτα ἀληθείᾳ πράγματα.