Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 191

[191] δίδωσι μέντοι πρὸς τοῦτ’ ἀφορμὰς τὸ εἶδος τοῖς μὴ τυφλοῖς [48] διάνοιαν ὁ νομοθέτης αὐτός, ὥσπερ ἀμέλει καὶ ἐφ’ ὧν νῦν ἐστιν ὁ λόγος· τὸ γὰρ γινόμενον σύγχυσιν προσεῖπε. καίτοι γε εἰ διαλέκτων γένεσιν αὐτὸ μόνον ἐδήλου, κἂν ὄνομα εὐθυβολώτερον ἐπεφήμισεν ἀντὶ συγχύσεως διάκρισιν· οὐ γὰρ συγχεῖται τὰ τεμνόμενα, διακρίνεται δ’ ἔμπαλιν, καὶ ἔστιν οὐ μόνον ἐναντίον ὄνομα ὀνόματι, ἀλλ’ ἔργον ἔργῳ.