Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 189

[189] οὗ χάριν φησί· „συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον“ (Gen. 11, 7), ὅπερ ἴσον ἐστὶ τούτῳ· κωφὸν ἕκαστον ἐργασώμεθα τῶν κακίας μερῶν, ὡς μήτε ἰδίαν ἀφιὲν ⟨φωνὴν⟩ μήτε συνηχοῦν ἑτέρῳ βλάβης αἴτιον γίνηται.