[170] λεκτέον οὖν [41] [42] ἐκεῖνο πρῶτον, ὅτι οὐδὲν τῶν ὄντων ἰσότιμον ὑφέστηκε θεῷ, ἀλλ’ ἔστιν εἷς ἄρχων καὶ ἡγεμὼν καὶ βασιλεύς, ᾧ πρυτανεύειν καὶ διοικεῖν μόνῳ / θέμις τὰ σύμπαντα. τὸ γὰρ / οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω, / εἷς βασιλεὺς οὐκ ἐπὶ πόλεων καὶ ἀνθρώπων λέγοιτ’ ἂν ἐν δίκῃ μᾶλλον ἢ ἐπὶ κόσμου καὶ θεοῦ· ἑνὸς γὰρ ἕνα ποιητήν τε καὶ πατέρα πάλιν καὶ δεσπότην