[169] ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν“ (Gen. 1,26) τοῦ „ποιήσωμεν“ πλῆθος ἐμφαίνοντος· καὶ πάλιν „εἶπεν ὁ θεός· ἰδού, γέγονεν Ἀδὰμ ὡς εἷς ἡμῶν, τῷ γινώσκειν καλὸν καὶ πονηρόν“ (Gen. 3, 22)· [M.431] τὸ γὰρ „ὡς εἷς ἡμῶν“ οὐκ ἐφ’ ἑνός, ἀλλ’ ἐπὶ πλειόνων τίθεται.