Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 168

[168] [cap.33] σκέψασθαι δ’ οὐ παρέργως ἄξιον, τίν’ ἔχει λόγον τὸ εἰρημένον ἐκ προσώπου τοῦ θεοῦ· „δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶτταν“ (Gen. 11,7). φαίνεται γὰρ διαλεγόμενός τισιν ὡς ἂν συνεργοῖς αὐτοῦ, τὸ δ’ αὐτὸ καὶ πρότερον ἐπὶ τῆς τἀνθρώπου κατασκευῆς ἀναγέγραπται· „εἶπε“ γάρ φησι „κύριος ὁ θεός·