[167] λέγει μέντοι καὶ ἑτέρωθι, ὅτι „πάνθ’ ὅσα δεσμῷ καταδέδεται, καθαρά ἐστιν“ (Num. 19, 15), ἐπειδὴ τῆς ἀκαθάρτου φθορᾶς αἴτιον ἡ διάλυσις. μηδέποτ’ οὖν ἰδών τινα τῶν φαύλων οἷς ἂν ἐπιθῆται πᾶσιν εὐμαρῶς ἐπεξιόντα θαυμάσῃς ὡς κατορθοῦντα, ἀλλὰ τοὐναντίον ὡς ἀποτυγχάνοντα οἰκτίζου, ὅτι ἀφορίᾳ μὲν ἀρετῆς, κακίας δὲ εὐφορίᾳ χρώμενος διατελεῖ.