Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 171

[171] ἀναγκαῖον εἶναι. [cap.34] τούτου δὴ προδιομολογηθέντος ἀκόλουθον ἂν εἴη συνυφαίνειν τὰ ἁρμόζοντα. τίν’ οὖν ἐστι, σκοπῶμεν· εἷς ὢν ὁ θεὸς ἀμυθήτους περὶ αὑτὸν ἔχει δυνάμεις ἀρωγοὺς καὶ σωτηρίους τοῦ γενομένου πάσας, αἷς ἐμφέρονται καὶ αἱ κολαστήριοι· ἔστι δὲ καὶ ἡ κόλασις οὐκ ἐπιζήμιον, ἁμαρτημάτων οὖσα κώλυσις καὶ ἐπανόρθωσις.