[114] τῷ γὰρ ὄντι οὐ μόνον ἐπὶ τῶν ἀνθρωπείων ἀδικημάτων ἵσταται, μετατρέχει δὲ καὶ τὰ ὀλύμπια τοὺς ἀσεβείας καὶ ἀθεότητος λόγους προτείνουσα, ἐπειδὰν ἢ ὡς οὐκ ἔστι τὸ θεῖον διεξίῃ, ἢ ὡς ὂν οὐ προνοεῖ, ἢ ὡς ὁ κόσμος οὔποτε γενέσεως ἔλαβεν ἀρχήν, ἢ ὡς γενόμενος ἀστάτοις αἰτίαις ὡς ἂν τύχῃ φέρεται, ποτὲ μὲν πλημμελῶς, ποτὲ δὲ οὐχ ὑπαιτίως, καθάπερ ἐπὶ πλοίων καὶ τεθρίππων εἴωθε [28] γίνεσθαι·