Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 115

[115] φιλεῖ γὰρ ἔστιν ὅτε χωρὶς ἡνιόχων τε καὶ κυβερνητῶν ὅ τε πλοῦς καὶ ὁ δρόμος εὐθύνεσθαι· προνοίας δ’ οὐ τὸ ὀλιγάκις, ἀλλὰ τῆς μὲν ἀνθρωπίνης πολλάκις, τῆς δὲ θείας ἀδιαστάτως αἰεὶ κατορθοῦν, ἐπεὶ τὸ διαμαρτάνειν ἀλλότριον ἀνωμολόγηται θείας δυνάμεως. κατασκευάζουσι μέντοι συμβολικῶς ὡσανεὶ πύργον τὸν περὶ κακίας λόγον οἱ φρενοβλαβεῖς, τί βουλόμενοι ἢ ὄνομα αὐτῶν ὑπολείπεσθαι τὸ δυσώνυμον;